Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 18.139 Joseph. AJ 18.144 (English) >>Joseph. AJ 18.149

18.142τῶν δὲ γενομένων Ἡρώδου ἀπογόνων οὓς κατέλεξα ἔμενον ἐν χρόνῳ Ἀγρίππας μέγας τὴν βασιλείαν παρέλαβεν. τούτων δέ μοι τοῦ γένους προδεδηλωμένων διέξειμι λοιπόν, ὁπόσαι Ἀγρίππᾳ τύχαι συνέλθοιεν, ὥς τε αὐτῶν διάδρασιν ποιησάμενος ἐπὶ μέγιστον ἀξιώματός τε ἅμα προκόψειεν καὶ δυνάμεως. 18.143

Ἡρώδου τοῦ βασιλέως ὀλίγον πρὸ τῆς τελευτῆς Ἀγρίππας ἐν Ῥώμῃ διαιτώμενος καὶ ὁμοτροφίας καὶ συνηθείας αὐτῷ πολλῆς γενομένης πρὸς Δροῦσον τὸν Τιβερίου τοῦ αὐτοκράτορος υἱὸν καὶ Ἀντωνίᾳ τῇ Δρούσου τοῦ μεγάλου γυναικὶ εἰς φιλίαν ἀφίκετο, Βερενίκης τῆς μητρὸς τιμωμένης παρʼ αὐτῇ καὶ προαγωγῶν ἠξιωκυίας τὸν υἱόν. 18.144φύσει δὲ μέγας ὢν Ἀγρίππας καὶ δωρεῖσθαι πολυτελὴς ζώσης μὲν τῆς μητρὸς οὐκ ἐξέφαινε τῆς ψυχῆς τὸ θέλον διαδιδράσκειν αὐτῆς ἠξιωκὼς τὴν ἐπὶ τοῖς τοιούτοις γενομένην ὀργήν, 18.145ἐπεὶ δὲ Βερενίκη τελευτᾷ, γενόμενος ἐπὶ τῷ αὐτοῦ τρόπῳ, τὰ μὲν εἰς πολυτέλειαν τῆς καθʼ ἡμέραν διαίτης, τὰ δʼ εἰς τῶν δωρεῶν τὸ μὴ μέτρῳ προϊέμενον ἀνάλωσε τῶν χρημάτων, τὰ πλεῖστα δʼ εἰς τοὺς Καίσαρος ἀπελευθέρους ἐτετέλεστο ἐλπίδι πράξεως τῆς αὐτῶν, πενία τε ἐν ὀλίγῳ περὶ αὐτὸν ἦν. 18.146καὶ τοῦτο ἦν κώλυμα τῆς ἐν Ῥώμῃ διαίτης, καὶ Τιβέριος τοῖς φίλοις τοῦ υἱέος τετελευτηκότος ἀπειπὼν φοιτᾶν εἰς ὄψιν αὐτῷ, διὰ τὸ ἀνερεθίζεσθαι πρὸς τὸ λυπεῖσθαι μνημονεύων τοῦ παιδὸς θεωρίᾳ τῇ ἐκείνων.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 18.139 Joseph. AJ 18.144 (English) >>Joseph. AJ 18.149

Powered by PhiloLogic